1.

[8.269] Προσθετέον δὲ τούτοις, ὅτι καὶ ταῖς ἐναργείαις μάχονται οἱ ταύτης προεστῶτες τῆς δόξης. εἰ γὰρ ἀξίωμά ἐστι τὸ σημεῖον καὶ ἐν ὑγιεῖ συνημμένῳ καθηγεῖται, ἐχρῆν τοὺς μηδ' ἀρχὴν ἔχοντας ἔννοιαν ἀξιώματος μηδὲ τὰς διαλεκτικὰς τέχνας ἐπεληλυθότας ἐκτὸς εἶναι πάσης σημειώσεως.