1.

[8.270] οὐχὶ δέ γε τοῦτο˙ καὶ γὰρ ἀγράμματοι πολλάκις κυβερνῆται καὶ ἄπειροι πολλάκις τῶν διαλεκτικῶν θεωρημάτων γεωργοὶ ἄκρως σημειοῦνται, οἱ μὲν κατὰ θάλασσαν, ἀνέμους τε καὶ νηνεμίας χειμῶνάς τε καὶ γαλήνας, οἱ δὲ κατὰ γεωργίαν, ὥσπερ εὐκαρπίαν καὶ ἀπαρπίαν αὐχμούς τε καὶ ἐπομβρίας. καίτοι τί περὶ ἀνθρώπων λέγομεν, ὅτε καὶ τοῖς ἀλόγοις ζῴοις τινὲς αὐτῶν (Cfr.
SVF fr. II 727 Arn. (ed).
) μεταδεδώκασι τῆς τοῦ σημείου νοήσεως;