1.

[8.271] καὶ γὰρ ὁ κύων (Cfr. PH I 63 sqq.) ὅτε ἐκ τοῦ ἴχνους στιβεύει τὸ θηρίον σημειοῦται˙ ἀλλ' οὐ διὰ τοῦτο ἀξιώματος ἕλκει φαντασίαν τοῦ ῾῾εἴπερ ἴχνος ἐστὶ τοῦτο, θηρίον ἔστιν ἐνθάδε᾽᾽. καὶ ὁ ἵππος κατὰ τὴν τοῦ μύωπος προσβολὴν ἢ τὴν τῆς μάστιγος ἐπανάτασιν ἐξάλλεται μὲν καὶ ὀρούει πρὸς δρόμον, οὐκ ἐπικρίνει δὲ τὸ τοιοῦτον συνημμένον διαλεκτικῶς "εἰ μάστιξ ἐπανατέταται, δραμητέον ἐστί μοι". οὐκ ἄρα ἀξίωμά ἐστι τὸ σημεῖον ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον.