HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,272
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,272.rdf
1.
[8.272] Ταῦτα μὲν ἰδιαίτερον πρὸς τοὺς νοητὸν ἀξιοῦντας εἶναι τὸ σημεῖον εἰρήσθω˙ κοινότερον
δὲ ἐνέσται πρὸς αὐτοὺς λέγειν καὶ τὰ πρὸς τοὺς αἰσθητὸν αὐτὸ φάσκοντας εἶναι εἰρημένα (Cfr. §
174). εἴπερ γὰρ ἀξίωμά ἐστι τὸ σημεῖον ἐν ὑγιεῖ
συνημμένῳ καθηγούμενον, καὶ ἐν παντὶ συνημμένῳ ἀκολουθεῖ τὸ λῆγον τῷ ἡγουμένῳ, αἵ τε ἀκολουθίαι
παρόντων εἰσὶ πραγμάτων (Cfr. §§ 254-256), ἐξ ἀνάγκης τὸ
σημεῖον καὶ τὸ σημειωτὸν ὑφ' ἕνα καιρὸν παρόντα συνυπάρξει ἀλλήλοις, καὶ οὐδέτερον οὐδετέρου
γενήσεται μηνυτικόν, ἀλλ' ἀμφότερα ἐξ αὑτῶν γνώριμα καταστήσεται.