1.

[8.272] Ταῦτα μὲν ἰδιαίτερον πρὸς τοὺς νοητὸν ἀξιοῦντας εἶναι τὸ σημεῖον εἰρήσθω˙ κοινότερον δὲ ἐνέσται πρὸς αὐτοὺς λέγειν καὶ τὰ πρὸς τοὺς αἰσθητὸν αὐτὸ φάσκοντας εἶναι εἰρημένα (Cfr. § 174). εἴπερ γὰρ ἀξίωμά ἐστι τὸ σημεῖον ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, καὶ ἐν παντὶ συνημμένῳ ἀκολουθεῖ τὸ λῆγον τῷ ἡγουμένῳ, αἵ τε ἀκολουθίαι παρόντων εἰσὶ πραγμάτων (Cfr. §§ 254-256), ἐξ ἀνάγκης τὸ σημεῖον καὶ τὸ σημειωτὸν ὑφ' ἕνα καιρὸν παρόντα συνυπάρξει ἀλλήλοις, καὶ οὐδέτερον οὐδετέρου γενήσεται μηνυτικόν, ἀλλ' ἀμφότερα ἐξ αὑτῶν γνώριμα καταστήσεται.