HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,273
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,273.rdf
1.
[8.273] ἔτι τὸ σημεῖον ἐκκαλυπτικόν ἐστι τοῦ [λήγοντος] σημειωτοῦ, τὸ δὲ σημειωτὸν
ἐκκαλύπτεται πρὸς τοῦ σημείου. ταῦτα δὲ οὐ τῶν ἀπολύτων ἐστὶν ἀλλὰ τῶν πρός τι˙ πρὸς γὰρ τῷ
ἐκκαλύπτοντι νοεῖται τὸ ἐκκαλυπτόμενον, καὶ πρὸς τῷ ἐκκαλυπτομένῳ νοεῖται τὸ ἐκκαλύπτον. εἰ δὲ
ἀμφότερα πρός τι ὄντα κατὰ τὸν αὐτὸν πάρεστι χρόνον, ἀμφότερα συνυφέστηκεν ἀλλήλοις˙ εἰ δὲ
συνυφέστηκεν, ἑκάτερον ἐξ αὑτοῦ καταληπτόν ἐστι καὶ οὐδέτερον ἐκ θατέρου.