1.

[8.273] ἔτι τὸ σημεῖον ἐκκαλυπτικόν ἐστι τοῦ [λήγοντος] σημειωτοῦ, τὸ δὲ σημειωτὸν ἐκκαλύπτεται πρὸς τοῦ σημείου. ταῦτα δὲ οὐ τῶν ἀπολύτων ἐστὶν ἀλλὰ τῶν πρός τι˙ πρὸς γὰρ τῷ ἐκκαλύπτοντι νοεῖται τὸ ἐκκαλυπτόμενον, καὶ πρὸς τῷ ἐκκαλυπτομένῳ νοεῖται τὸ ἐκκαλύπτον. εἰ δὲ ἀμφότερα πρός τι ὄντα κατὰ τὸν αὐτὸν πάρεστι χρόνον, ἀμφότερα συνυφέστηκεν ἀλλήλοις˙ εἰ δὲ συνυφέστηκεν, ἑκάτερον ἐξ αὑτοῦ καταληπτόν ἐστι καὶ οὐδέτερον ἐκ θατέρου.