HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,276
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,276.rdf
1.
[8.276]
ἀλλὰ τῷ ἐνδιαθέ τῳ, οὐδὲ τῇ ἁπλῇ μόνον φαντασίᾳ (ἐφαντασιοῦτο γὰρ
κἀκεῖνα), ἀλλὰ τῇ μεταβατικῇ καὶ συνθετικῇ. διόπερ ἀκολουθίας ἔννοιαν ἔχων εὐθὺς καὶ
σημείου νόησιν λαμβάνει διὰ τὴν ἀκολουθίαν˙ καὶ γὰρ αὐτὸ τὸ σημεῖόν ἐστι τοιοῦτον "εἰ τόδε,
τόδε". ἕπεται ἄρα τῇ φύσει καὶ κατασκευῇ τἀνθρώπου τὸ καὶ σημεῖον ὑπάρχειν.