HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,277
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,277.rdf
1.
[8.277] (§§ 277-278 Cfr.
PH
II 131) συνωμολόγηταί τε ἡ ἀπόδειξις τῷ γένει σημεῖον
εἶναι (Cfr.
PH
II 122). δηλωτικὴ γάρ ἐστι τοῦ συμπεράσματος, καὶ ἔσται ἡ
διὰ τῶν λημμάτων αὐτῆς συμπλοκὴ σημεῖον τοῦ ὑπάρχειν τὸ συμπέρασμα. οἷον ἐπὶ τῆς τοιαύτης ῾῾εἰ
ἔστι κίνησις, ἔστι κενόν˙ ἔστι δὲ κίνησις˙ ἔστιν ἄρα κενόν᾽᾽ (Cfr.
M
VII 213) τὸ τοιοῦτον συνημμένον ῾῾εἰ ἔστι κίνησις, ἔστι
κενόν᾽᾽, διὰ τῶν λημμάτων συμπεπλεγμένον, εὐθὺς καὶ σημεῖόν ἐστι τοῦ συμπεράσματος τοῦ ῾῾ἔστι
κενόν᾽᾽.