1.

[8.277] (§§ 277-278 Cfr. PH II 131) συνωμολόγηταί τε ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι (Cfr. PH II 122). δηλωτικὴ γάρ ἐστι τοῦ συμπεράσματος, καὶ ἔσται ἡ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκὴ σημεῖον τοῦ ὑπάρχειν τὸ συμπέρασμα. οἷον ἐπὶ τῆς τοιαύτης ῾῾εἰ ἔστι κίνησις, ἔστι κενόν˙ ἔστι δὲ κίνησις˙ ἔστιν ἄρα κενόν᾽᾽ (Cfr. M VII 213) τὸ τοιοῦτον συνημμένον ῾῾εἰ ἔστι κίνησις, ἔστι κενόν᾽᾽, διὰ τῶν λημμάτων συμπεπλεγμένον, εὐθὺς καὶ σημεῖόν ἐστι τοῦ συμπεράσματος τοῦ ῾῾ἔστι κενόν᾽᾽.