HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,278
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,278.rdf
1.
[8.278] ἤτοι οὖν ἀποδεικτικοί εἰσι λόγοι, φασίν, οἱ κατὰ τοῦ σημείου κομισθέντες ὑπὸ τῶν
ἀπορητικῶν ἢ οὐκ ἀποδεικτικοί. καὶ εἰ μὲν οὔκ εἰσιν ἀποδεικτικοί, ἄπιστοι καθεστᾶσιν, ὅπου γε
καὶ ἀποδεικτικοὶ τυγχάνοντες μόλις ἂν ἐπιστεύθησαν˙ εἰ δὲ ἀποδεικτικοί, δῆλον ὅτι ἔστι τι
σημεῖον˙ ἡ γὰρ ἀπόδειξις σημεῖον ἦν κατὰ τὸ γένος.