1.

[8.279] (§ 279 Cfr. PH II 130) εἴπερ δὲ οὐδὲν οὐδενός ἐστιν σημεῖον, ἤτοι σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου ἐκφερόμεναι φωναὶ ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν οὐδέν, οὐδὲ τὴν τοῦ σημείου ὕπαρξιν ἀνελοῦσιν˙ πῶς γὰρ οἷόν τε τὰς μηδὲν σημαινούσας πιστεύεσθαι περὶ τοῦ μηδὲν εἶναι σημεῖον; εἰ δὲ σημαίνουσι, μάταιοι καθεστᾶσιν οἱ ἀπὸ τῆς σκέψεως, λόγῳ μὲν ἐκβάλλοντες τὸ σημεῖον, ἔργῳ δὲ τοῦτο παραλαμβάνοντες.