1.

[8.281] (§§ 281-282 Cfr. PH II 131; §§ 281-84 Cfr. §§ 466-469) Τινὲς δὲ καὶ οὕτω συνερωτῶσιν˙ ῾῾εἰ ἔστι τι σημεῖον, ἔστι σημεῖον˙ εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον. ἤτοι δ' οὐδέν ἐστι σημεῖον ἢ ἔστιν˙ ἔστιν ἄρα᾽᾽. ὁ μὲν λόγος τοιοῦτος, τούτου δὲ τὸ μὲν πρῶτον λῆμμα ὑγιὲς εἶναί φασιν˙ ἦν γὰρ διαφορούμενον, καὶ τῷ εἶναι σημεῖον ἀκολουθεῖ τὸ εἶναι σημεῖον, παρόσον εἰ ἔστι τὸ πρῶτον, ἔσται καὶ τὸ δεύτερον, μηδενὶ διαφέρον τοῦ πρώτου [τὸ δεύτερον]. καὶ τὸ ῾῾εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον᾽᾽ καὶ αὐτὸ ἦν ὑγιές˙ τῷ γὰρ λέγοντι μὴ εἶναι σημεῖον ἀκολουθεῖ λέγειν εἶναί τι σημεῖον. εἰ γὰρ μηδὲν ἔστι σημεῖον, αὐτοῦ τοῦ μηδὲν εἶναι σημεῖον ἔσται τι σημεῖον. καὶ εἰκότως˙ ὁ γὰρ λέγων μὴ εἶναί τι σημεῖον ἤτοι φάσει μόνον τοῦτ' ἀξιοῖ ἢ ἀποδείξει. καὶ φάσει μὲν ἀξιῶν φάσιν ἕξει, τὴν ἀντιτιθεμένην˙