1.

[8.282] ἀποδεικνὺς δὲ ὡς ἀληθὲς τὸ ὑπ' αὐτοῦ λεγόμενον, διὰ τοῦ δεικνύντος λόγου τὸ μὴ εἶναί τι σημεῖον, σημειώσεται τὸ μηδὲν εἶναι σημεῖον, τοῦτο δὲ ποιῶν ὁμολογήσει τὸ εἶναί τι σημεῖον. ἀληθῆ οὖν τὰ πρῶτα δύο λήμματα, φασίν. ἀληθὲς δὲ καὶ τὸ τρίτον˙ διεζευγμένον γάρ ἐστιν ἐξ ἀντικειμένων (τοῦ τε εἶναι σημεῖον καὶ τοῦ μὴ εἶναι) 〈....〉 ἐπεὶ εἰ σύμπαν διεζευγμένον τότε ἐστὶν ἀληθές, ὅταν τὸ ἓν ἔχῃ ἀληθές, θεωρεῖται δ' ἀεὶ τῶν ἀντικειμένων τὸ ἕτερον ἀληθές, ῥητέον τὸ τοιοῦτον συνεστὼς εὐθὺς ὑπάρχειν ἀληθές. ὥστε [καὶ] ἐπὶ ὁμολογουμένοις τοῖς λήμμασι συνεισάγεσθαι καὶ τὴν ἐπιφορὰν τὴν "ἔστιν ἄρα σημεῖον".