HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,283
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,283.rdf
1.
[8.283] Ἔσται δέ, φασί, καὶ οὕτως ἐφοδεύειν˙ δύο γάρ ἐστιν ἐν τῷ λόγῳ συνημμένα καὶ ἓν
διεζευγμένον˙ τούτων δὲ τὰ μὲν συνημμένα ὑπισχνεῖται τοῖς ἐν αὐτοῖς ἡγουμένοις ἀκολουθεῖν τὰ ἐν
αὐτοῖς λήγοντα, τὸ δὲ διεζευγμένον ἓν ἔχει τῶν ἐν αὐτῷ ἀληθές, ὡς ἐὰν ἀμφότερα ᾖ ἀληθῆ ἢ
ἀμφότερα ψευδῆ, ψεῦδος ἔσται τὸ ὅλον.