1.

[8.283] Ἔσται δέ, φασί, καὶ οὕτως ἐφοδεύειν˙ δύο γάρ ἐστιν ἐν τῷ λόγῳ συνημμένα καὶ ἓν διεζευγμένον˙ τούτων δὲ τὰ μὲν συνημμένα ὑπισχνεῖται τοῖς ἐν αὐτοῖς ἡγουμένοις ἀκολουθεῖν τὰ ἐν αὐτοῖς λήγοντα, τὸ δὲ διεζευγμένον ἓν ἔχει τῶν ἐν αὐτῷ ἀληθές, ὡς ἐὰν ἀμφότερα ᾖ ἀληθῆ ἢ ἀμφότερα ψευδῆ, ψεῦδος ἔσται τὸ ὅλον.