1.

[8.284] τοιαύτης δ' οὔσης τῆς ἐν τοῖς λήμμασι δυνάμεως, ὑποθέμενοι τὸ ἕτερον τῶν ἐν τῷ διεζευγμένῳ ἀληθὲς ἴδωμεν, πῶς συνάγεται τὰ τῆς ἐπιφορᾶς. καὶ δὴ πρῶτον ὑποκείσθω ἀληθὲς τὸ ῾῾ἔστι τι σημεῖον᾽᾽. οὐκοῦν, ἐπεὶ τοῦθ' ἡγούμενόν ἐστιν ἐν τῷ πρώτῳ συνημμένῳ, ἕξει τὸ ἀκόλουθον αὐτῷ, τὸ λῆγον ἐν ἐκείνῳ τῷ συνημμένῳ. ἔληγε δὲ τὸ εἶναι σημεῖον, ὅπερ ταὐτόν ἐστι τῇ ἐπιφορᾷ. συναχθήσεται ἄρα ἡ ἐπιφορά, ὑποτεθέντος ἀληθοῦς εἶναι ἐν τῷ διεζευγμένῳ τοῦ εἶναί τι σημεῖον. καὶ μὴν ἀνάπαλιν ὑποκείσθω τὸ ἕτερον ἀληθὲς τὸ μὴ εἶναι σημεῖον. τοίνυν ἐπεὶ τοῦτο ἡγούμενόν ἐστιν ἐν τῷ δευτέρῳ συνημμένῳ, ἕξει ἀκολουθοῦν αὐτῷ τὸ λῆγον ἐν τῷ δευτέρῳ συνημμένῳ. ἠκολούθει δέ γε αὐτῷ τὸ εἶναί τι σημεῖον, ὃ καὶ ἐπιφορά ἐστιν. καὶ κατὰ τοῦτο ἄρα συνάγεται ἡ ἐπιφορά.