1.

[8.285] Ταῦτα μὲν οἱ δογματικοί˙ τάξει δὲ ῥητέον πρὸς τὸ πρῶτον εὐθύς, καθ' ὃ ἀπὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς συνῆγον τὸ εἶναί τι σημεῖον, ὅτι ἐκ τοῦ μᾶλλον ζητουμένου τὸ ἧττον ζητούμενον ἐθέλουσι διδάσκειν. τὸ μὲν γὰρ εἶναι σημεῖον, καὶ εἰ πρός τινων ἀντείρηται, καθάπερ τῶν σκεπτικῶν, ἀλλὰ τοί γε παρὰ πᾶσι τοῖς δογματικοῖς σύμφωνόν ἐστιν˙