1.

[8.286] τὸ δὲ προνοητικῶς κατεσκευάσθαι τὸν ἄνθρωπον παρ' οὐκ ὀλίγοις αὐτῶν διαπεφώνηται. σφόδρα δ' ἦν βίαιον τὸ ἐκ τῶν μᾶλλον ἀσυγχωρήτων θέλειν τὰ μὴ οὕτως ἔχοντα διδάσκειν. καὶ μὴν ῥητῶς ὁ Ἡράκλειτός φησι τὸ μὴ εἶναι λογικὸν τὸν ἄνθρωπον, μόνον δ' ὑπάρχειν φρενῆρες τὸ περιέχον (Cfr. M VII 127, 349 et 22 A 16 Diels-Kranz). ὁ δὲ Ἐμπεδοκλῆς ἔτι παραδοξότερον πάντα ἠξίου λογικὰ τυγχάνειν, καὶ οὐ ζῷα μόνον ἀλλὰ καὶ φυτά, ῥητῶς γράφων (31 B 110 Diels-Kranz)˙
‘πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος αἶσαν. ’