1.

[8.288] κἂν δῶμεν δὲ διαφέρειν τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον λόγῳ τε καὶ μεταβατικῇ φαντασίᾳ καὶ ἐννοίᾳ ἀκολουθίας, ἀλλ' οὔ τοί γε καὶ ἐν τοῖς ἀδήλοις καὶ ἀνεπικρίτως διαπεφωνημένοις συγχωρήσομεν αὐτὸν εἶναι τοιοῦτον, ἐν δὲ τοῖς φαινομένοις τηρητικήν τινα ἔχειν ἀκολουθίαν, καθ' ἣν μνημονεύων, τίνα μετὰ τίνων τεθεώρηται καὶ τίνα πρὸ τίνων καὶ τίνα μετὰ τίνα, ἐκ τῆς τῶν προτέρων ὑποπτώσεως ἀνανεοῦται τὰ λοιπά (Cfr. §§ 152-153).