1.

[8.289] ἀλλὰ συνομολογηθέντος, φασίν, ὅτι ἡ ἀπόδειξις κατὰ γένος ἐστὶ σημεῖον, εἰ μὲν οὔκ εἰσιν ἀποδείξεις, οἱ κατὰ τοῦ σημείου κομισθέντες λόγοι ἄπιστοι καθεστᾶσιν, εἰ δὲ ἀποδείξεις εἰσίν, ἔστι τι σημεῖον. ἡμεῖς δὲ προειρηκότες (Cfr. §143), ὅτι οὐ τῷ ὑπομνηστικῷ ἐνιστάμεθα σημείῳ, ἀλλὰ τῷ ἐνδεικτικῷ, δυνάμεθα τοὺς κατὰ τοῦ σημείου κομισθέντας λόγους παραχωρεῖν τι σημαίνειν, ἤδη δὲ οὐκ ἐνδεικτικῶς, ἀλλ' ὑπομνηστικῶς˙ ἡμεῖς γὰρ ἐπ' αὐτοῖς κινούμεθα καὶ ἀναλαμβάνομεν τῇ μνήμῃ τὰ δυνάμενα λέγεσθαι πρὸς τὸ ἐνδεικτικὸν σημεῖον.