1.

[8.290] τὰ δ' αὐτὰ καὶ περὶ τῆς ἀκολούθου ῥητέον ὑπομνήσεως, καθ' ἣν ἐπυνθάνοντο (Cfr. §§ 281-282), πότερον σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου προφερόμεναι φωναὶ ἢ οὐδὲν σημαίνουσιν. εἰ μὲν γὰρ πᾶν σημεῖον ἀνῃροῦμεν, ἔδει κατ' ἀνάγκην ἢ μηδὲν σημαίνειν τὰς κατὰ τοῦ σημείου προφερομένας φωνὰς καθ' ἡμᾶς, ἢ σημαινουσῶν αὐτῶν δίδοσθαι τὸ εἶναί τι σημεῖον. νῦν δ' ἐπεὶ τῇ διαιρέσει χρώμενοι τὶ μὲν ἀναιροῦμεν σημεῖον, τὶ δὲ τίθεμεν, οὐδ' ἐν τῷ σημαίνειν τι τὰς κατὰ τοῦ ἐνδεικτικοῦ σημείου προφερομένας φωνὰς παρακεχώρηται τὸ ὑπάρχειν ἐνδεικτικόν τι σημεῖον.