1.

[8.291] ἔτι ἐλέγετο (Cfr.§ 280), ὡς εἴπερ ἴδιον τέχνης ἐστὶ θεώρημα, δεήσει τοῦτο μὴ πρόδηλον ὑπάρχειν, ἀλλ' ἄδηλον καὶ διὰ σημείου ληπτόν, ἀγνοοῦντες ὅτι τῆς μὲν τῶν ἄλλων θεωρητικῆς τέχνης οὐδέν ἐστι θεώρημα, καθάπερ ὕστερον διδάξομεν, τῆς δὲ ἐν τοῖς φαινομένοις στρεφομένης ἔστιν ἴδιόν τι θεώρημα. διὰ γὰρ τῶν πολλάκις τετηρημένων ἢ ἱστορημένων ποιεῖται τὰς τῶν θεωρημάτων συστάσεις˙ τὰ δὲ πολλάκις τηρηθέντα καὶ ἱστορηθέντα ἴδια καθειστήκει τῶν πλειστάκις τηρησάντων, ἀλλ' οὐ κοινὰ πάντων.