1.

[8.292] Ὁ μὲν γὰρ ἐπὶ τέλει συνερωτηθεὶς αὐτοῖς λόγος (Cfr. § 281) ἐν τρόπῳ τοιούτῳ ῾῾εἰ τὸ πρῶτον, τὸ πρῶτον˙ εἰ οὐ τὸ πρῶτον, τὸ πρῶτον˙ ἤτοι τὸ πρῶτον ἢ οὐ τὸ πρῶτον˙ τὸ πρῶτον ἄρα᾽᾽ τάχα μὲν καὶ κατὰ παρολκὴν τὴν ἐν τοῖς λήμμασι μοχθηρός ἐστιν (Cfr. PH I 147), ἀναμφιλέκτως δὲ καὶ αὐτοὺς φαίνεται θλίβειν.