1.

[8.293] ῥητέον δὲ τάξει περὶ τοῦ πρώτου, τουτέστι τῆς παρολκῆς. εἰ γὰρ ἀληθές ἐστι τὸ ἐν τῷ λόγῳ διεζευγμένον, ἓν ἔχειν ἀληθὲς ὀφείλει, καθὼς καὶ αὐτοὶ πρότερον ἔλεγον (Cfr. §282). ἓν δὲ ἔχον ἀληθὲς τὸ ἕτερον τῶν συνημμένων ὡς παρέλκον διελέγχει.