1.

[8.295] ἀλλ' ἵνα μὴ νῦν εἰς τὰ κατὰ λεπτὸν συμβαίνωμεν τοῖς ἐναντίοις, πάρεστιν ἕτερον συνερωτᾶν λόγον ἔχοντα τοῦτον τὸν τρόπον. εἴπερ περιτρέπεται ὁ λέγων μὴ εἶναί 〈τι〉 σημεῖον εἰς τὸ λέγειν εἶναί τι σημεῖον, περιτρέπεται καὶ ὁ λέγων εἶναί τι σημεῖον εἰς τὸ λέγειν μὴ εἶναί τι σημεῖον. ὁ δὲ λέγων μὴ εἶναί τι σημεῖον σκεπτικῶς περιετρέπετο κατ' αὐτοὺς εἰς τὸ λέγειν εἶναί τι σημεῖον˙ καὶ ὁ λέγων ἄρα δογματικῶς εἶναί τι σημεῖον περιτραπήσεται εἰς τὸ λέγειν μὴ εἶναί τι σημεῖον, ὡς παραστήσομεν.