1.

[8.296] αὐτίκα γὰρ [εἰ] τὸν λέγοντα εἶναί τι σημεῖον σημείῳ δεῖ τὴν ἀπόφασιν πιστώσασθαι, ἀσυγχωρήτου δὲ ὄντος τοῦ εἶναί τι σημεῖον, πῶς ἂν οὗτος χρήσαιτο τῷ σημείῳ πρὸς πίστιν τοῦ εἶναί τι σημεῖον; μὴ δυνάμενος δὲ ἀποδεῖξαι σημείῳ τὸ εἶναί τι σημεῖον, περιτρέπεται εἰς τὸ ὁμολογεῖν μηδὲν εἶναι σημεῖον. ἔστω δὲ καὶ ἐκ περιουσίας τοῦτ' αὐτὸ μόνον ὁμολογείσθω σημεῖον, τὸ τοῦ [μὴ] εἶναί 〈τι〉 σημεῖον μηνυτικόν˙ τί τοῦτ' ὄφελος αὐτοῖς μηδὲν ἔχουσι τῶν ἰδίων εἰπεῖν δογμάτων σημεῖον;