1.

[8.297] ὥστε τοῦτο μὲν ἀνόνητον αὐτοῖς, φημὶ δὲ τὸ κοινῶς ὁμολογεῖσθαι εἶναί τι σημεῖον˙ ἐκεῖνο δ' ἴσως ἀναγκαῖον, τὸ ὑποτάξαι τῷ ῾῾ἔστι τι σημεῖον᾽᾽ ἀορίστῳ ὄντι τὸ ῾῾τόδ' ἔστι σημεῖον᾽᾽ ὡρισμένως ἐκφερόμενον. ὅπερ οὐκ ἔνεστιν αὐτοῖς ποιεῖν. πᾶν γὰρ σημεῖον ἐπ' ἴσης τῷ σημειωτῷ δοξαστόν ἐστι καὶ ἀνεπικρίτως διαφωνούμενον. ὡς οὖν τὸ ῾῾τὶς διὰ πέτρας πλεῖ᾽᾽ ψεῦδός ἐστιν, ἐπεὶ οὐκ ἐνδέχεται αὐτῷ ὡρισμένον ὑποτάττειν ἀληθὲς τὸ ῾῾οὗτος διὰ πέτρας πλεῖ᾽᾽, οὕτως ἐπεὶ τῷ ῾῾ἔστι τι σημεῖον᾽᾽ ἀορίστῳ οὐδὲν ἔχομεν ὡρισμένον ἀληθὲς ὑποτάττειν ῾῾τοῦτο δέ ἐστι σημεῖον᾽᾽, ψεῦδος ἄρα γίνεται τὸ ῾῾ἔστι τι σημεῖον᾽᾽, καὶ τὸ ἀντικείμενον αὐτῷ ἀληθές, τὸ ῾῾οὐδέν ἐστι σημεῖον᾽᾽.