1.

[8.298] Πλὴν ἔστω γε καὶ τούτους τοὺς ὑπ' αὐτῶν κομισθέντας λόγους εἶναι σθεναρούς, μεμενηκέναι δὲ καὶ τοὺς τῶν σκεπτικῶν ἀναντιρρήτους˙ τί ἀπολείπεται τῆς καθ' ἑκάτερον μέρος προσπιπτούσης ἰσοσθενείας (Cfr. PH I 8) εἰ μὴ τὸ ἐπέχειν καὶ ἀοριστεῖν περὶ τοῦ ζητουμένου πράγματος, οὔτε τὸ εἶναί τι σημεῖον λέγοντας οὔτε τὸ μὴ εἶναι, τὸ δὲ οὐ μᾶλλον (Cfr. PH I 188) εἶναι ἢ μὴ εἶναι μετὰ ἀσφαλείας προφερομένους;