1.

[8.299] (§ 299 Cfr. PH II 134-135) Ἀλλ' ἐπεὶ (Cfr. PH I 60) καὶ ἡ ἀπόδειξις δοκεῖ κατὰ γένος εἶναι σημεῖον καὶ διὰ τῶν ὁμολογουμένων λημμάτων ἐκκαλύπτειν τὸ ἀδηλούμενον συμπέρασμα, μή τι οἰκεῖόν ἐστι τῇ περὶ σημείου σκέψει καὶ τὴν περὶ αὐτῆς ζήτησιν συνάπτειν.