HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,300
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,300.rdf
1.
δ´ περὶ ἀποδείξεως.
[8.300] Τίνος μὲν ἕνεκεν περὶ ἀποδείξεως ἐπὶ τοῦ παρόντος ζητοῦμεν πρότερον ὑποδέδεικται,
ὅτε περί τε τοῦ κριτηρίου καὶ τοῦ σημείου ἐσκεπτόμεθα (Cfr. § 142;
M
VII 27sqq.)˙ πρὸς δὲ τὸ μὴ ἀμεθόδως γίγνεσθαι τὴν
ὑφήγησιν, ἀλλ' ἀσφαλέστερον καὶ τὴν ἐποχὴν καὶ τὴν πρὸς τοὺς δογματικοὺς ἀντίρρησιν προβαίνειν,
ὑποδεικτέον τὴν ἐπίνοιαν αὐτῆς.