1.

[8.301] (§§ 301-304 Cfr. PH II 135-138) ἡ τοίνυν ἀπόδειξις κατὰ μὲν τὸ γένος ἐστὶ λόγος˙ οὐ γὰρ δή γε αἰσθητὸν ἦν πρᾶγμα, ἀλλὰ διανοίας τις κίνησις καὶ συγκατάθεσις, ἅπερ ἦν λογικά. λόγος δέ ἐστιν, ὡς ἁπλούστερον εἰπεῖν, τὸ συνεστηκὸς ἐκ λημμάτων καὶ ἐπιφορᾶς.