HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,302
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,302.rdf
1.
[8.302] λήμματα δὲ καλοῦμεν οὐ θέματά τινα, ἃ συναρπάζομεν, ἀλλ' ἅπερ ὁ προσδιαλεγόμενος τῷ
ἐμφανῆ εἶναι δίδωσι καὶ παραχωρεῖ. ἐπιφορὰ δὲ ἐτύγχανε τὸ ἐκ τούτων τῶν λημ1μάτων
κατασκευαζόμενον. οἷον λόγος μέν ἐστι τὸ ὅλον τοῦτο σύστημα ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ
μὴν ἡμέρα ἔστιν˙ φῶς ἄρα ἔστιν᾽᾽, λήμματα δὲ αὐτοῦ καθέστηκε τό τε ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽᾽
καὶ τὸ ῾῾ἀλλὰ μὴν ἡμέρα ἔστιν᾽᾽, ἐπιφορὰ δὲ τὸ ῾῾φῶς ἄρα ἔστιν᾽᾽.