1.

[8.302] λήμματα δὲ καλοῦμεν οὐ θέματά τινα, ἃ συναρπάζομεν, ἀλλ' ἅπερ ὁ προσδιαλεγόμενος τῷ ἐμφανῆ εἶναι δίδωσι καὶ παραχωρεῖ. ἐπιφορὰ δὲ ἐτύγχανε τὸ ἐκ τούτων τῶν λημ1μάτων κατασκευαζόμενον. οἷον λόγος μέν ἐστι τὸ ὅλον τοῦτο σύστημα ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν˙ φῶς ἄρα ἔστιν᾽᾽, λήμματα δὲ αὐτοῦ καθέστηκε τό τε ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽᾽ καὶ τὸ ῾῾ἀλλὰ μὴν ἡμέρα ἔστιν᾽᾽, ἐπιφορὰ δὲ τὸ ῾῾φῶς ἄρα ἔστιν᾽᾽.