[53] καὶ ὅλως καὶ μουσικὴν καὶ γεωμετρίαν διέπαιζεν. ἦν τε πολυτελής˙ καὶ διὰ τοῦτο πόλιν ἐκ πόλεως ἤμειβεν, ἐνίοτε καὶ φαντασίαν ἐπιτεχνώμενος. ἐν γοῦν Ῥόδῳ τοὺς ναύτας ἔπεισε
σχολαστικὰς ἐσθῆτας ἀναλαβεῖν καὶ ἀκολουθῆσαι αὐτῷ˙ σὺν οἷς εἰσβάλλων εἰς τὸ γυμνάσιον περίβλεπτος ἦν. εἰώθει τε νεανίσκων τινῶν υἱοθεσίας ποιεῖσθαι εἰς τὸ ἀποχρῆσθαι αὐτοῖς ἔς τε τὰς ἡδονὰς καὶ ὥστε φυλάττεσθαι ὑπ' εὐνοίας αὐτῶν˙ ἀλλὰ καὶ φίλαυτος ἦν ἰσχυρῶς καὶ πολὺς ἐγκείμενος τῷ Κοινὰ τὰ φίλων. παρ' ὃ καὶ οὐδεὶς αὐτοῦ μαθητὴς ἐπιγράφεται, τοσούτων αὐτῷ σχολασάντων˙ καίτοι τινὰς εἰς ἀναισχυντίαν προῆγεν.

[53] Καὶ ὅλως καὶ μουσικὴν καὶ γεωμετρίαν διέπαιζεν.
[2951] Ἦν τε πολυτελής˙ καὶ διὰ τοῦτο πόλιν ἐκ πόλεως ἤμειβεν, ἐνίοτε καὶ φαντασίαν ἐπιτεχνώμενος. Ἐν γοῦν Ῥόδῳ τοὺς ναύτας ἔπεισε σχολαστικὰς ἐσθῆτας ἀναλαβεῖν καὶ ἀκολουθῆσαι αὐτῷ˙ σὺν οἷς εἰσβάλλων εἰς τὸ γυμνάσιον [2955] περίβλεπτος ἦν. Εἰώθει τε νεανίσκων τινῶν υἱοθεσίας ποιεῖσθαι εἰς τὸ ἀποχρῆσθαι αὐτοῖς ἔς τε τὰς ἡδονὰς καὶ ὥστε φυλάττεσθαι ὑπ' εὐνοίας αὐτῶν˙ ἀλλὰ καὶ φίλαυτος ἦν ἰσχυρῶς καὶ πολὺς ἐγκείμενος τῷ Κοινὰ τὰ φίλων. Παρ' ὃ καὶ οὐδεὶς αὐτοῦ μαθητὴς ἐπιγράφεται, τοσούτων [29510] αὐτῷ σχολασάντων˙ καίτοι τινὰς εἰς ἀναισχυντίαν προῆγεν.