HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,303
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,303.rdf
1.
[8.303] τῶν δὲ λόγων οἱ μέν εἰσι συνακτικοὶ οἱ δὲ οὔ, καὶ συνακτικοὶ μὲν ἐφ' ὧν συγχωρηθέντων
ὑπάρχειν τῶν λημμάτων παρὰ τὴν τούτων συγχώρησιν ἀκολουθεῖν φαίνεται καὶ ἡ ἐπιφορά, ὡς εἶχεν
ἐπὶ τοῦ μικρῷ πρόσθεν ἐκτεθέντος. ἐπεὶ γὰρ συνέστηκεν ἐκ συνημμένου τοῦ ῾῾εἰ ἡμέρα ἔστι, φῶς
ἔστιν᾽᾽, ὅπερ ὑπισχνεῖτο ὄντος τοῦ ἐν αὐτῷ πρώτου ἀληθοῦς ἔσεσθαι καὶ τὸ δεύτερον τῶν ἐν αὐτῷ
ἀληθές,