1.

[8.304] καὶ ἔτι ἐκ τοῦ ῾῾ἡμέρα ἔστιν᾽᾽, ὅπερ ἦν ἡγούμενον ἐν τῷ συνημμένῳ, φημὶ ὅτι δοθέντος ἀληθοῦς εἶναι τοῦ συνημμένου, ὥστε ἀκολουθεῖν τῷ ἐν αὐτῷ ἡγουμένῳ τὸ ἐν αὐτῷ λῆγον, δοθέντος δὲ ὑπάρχειν καὶ τοῦ πρώτου τῶν ἐν αὐτῷ τοῦ ῾῾ἡμέρα ἔστιν᾽᾽, κατ' ἀνάγκην συνεισαχθήσεται διὰ τὴν τούτων ὕπαρξιν καὶ τὸ δεύτερον τῶν ἐν αὐτῷ, τουτέστι τὸ ῾῾φῶς ἔστιν᾽᾽, ὅπερ ἦν ἐπιφορά.