1.

[8.305] (§§ 305-310 Cfr. PH II 140-143) καὶ δὴ οἱ μὲν συνακτικοὶ λόγοι τοιοῦτοί τινές εἰσι κατὰ τὸν χαρακτῆρα, ἀσύνακτοι δὲ ὑπάρχουσιν οἳ μὴ οὕτως ἔχουσιν. τῶν δὲ συνακτικῶν οἱ μὲν πρόδηλόν τι συνάγουσιν οἱ δὲ ἄδηλον, καὶ πρόδηλον μὲν καθάπερ ὁ ἐκκείμενος καὶ οὕτως ἔχων ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν˙ φῶς ἄρα ἔστιν᾽᾽˙ τὸ γὰρ ῾῾φῶς ἔστιν᾽᾽ ἐπ' ἴσης φαινόμενον τῷ ῾῾[εἰ] ἡμέρα ἔστιν᾽᾽. καὶ πάλιν ὁ τοιοῦτος ῾῾εἰ περιπατεῖ Δίων, κινεῖται Δίων˙ περιπατεῖ δὲ Δίων˙ κινεῖται ἄρα Δίων᾽᾽˙ τὸ γὰρ ῾῾κινεῖται Δίων᾽᾽, ὅπερ ἐστὶ συμπέρασμα, τῶν αὐτοφωράτων ὑπῆρχεν.