HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,306
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,306.rdf
1.
[8.306] ἄδηλον δὲ συνάγει οἷον ὁ τοιοῦτος ῾῾εἰ ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας, εἰσὶ νοητοὶ
τῆς σαρκὸς πόροι (Cfr.
PH
II 90)˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον᾽᾽˙ τὸ γὰρ
νοητοὺς εἶναι τῆς σαρκὸς πόρους τῶν ἀδήλων ὑπῆρχεν. καὶ πάλιν ῾῾οὗ ἐκκριθέντος ἐκ τοῦ σώματος
τελευτῶσιν οἱ ἄνθρωποι, ψυχή ἐστιν ἐκεῖνο˙ αἵματος δὲ ἐκκριθέντος ἐκ τοῦ σώματος τελευτῶσιν
〈οἱ〉 ἄνθρωποι˙ ψυχὴ ἄρα ἐστὶ τὸ αἷμα᾽᾽˙ τὸ γὰρ ἐν αἵματι κεῖσθαι τὴν ὑπόστασιν τῆς ψυχῆς οὐκ
ἐναργές.