1.

[8.306] ἄδηλον δὲ συνάγει οἷον ὁ τοιοῦτος ῾῾εἰ ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας, εἰσὶ νοητοὶ τῆς σαρκὸς πόροι (Cfr. PH II 90)˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον᾽᾽˙ τὸ γὰρ νοητοὺς εἶναι τῆς σαρκὸς πόρους τῶν ἀδήλων ὑπῆρχεν. καὶ πάλιν ῾῾οὗ ἐκκριθέντος ἐκ τοῦ σώματος τελευτῶσιν οἱ ἄνθρωποι, ψυχή ἐστιν ἐκεῖνο˙ αἵματος δὲ ἐκκριθέντος ἐκ τοῦ σώματος τελευτῶσιν 〈οἱ〉 ἄνθρωποι˙ ψυχὴ ἄρα ἐστὶ τὸ αἷμα᾽᾽˙ τὸ γὰρ ἐν αἵματι κεῖσθαι τὴν ὑπόστασιν τῆς ψυχῆς οὐκ ἐναργές.