HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,308
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,308.rdf
1.
[8.308] ὧν ἐφοδευτικῶς μὲν μόνον ἐπάγουσιν οἱ ἐκ πίστεως καὶ μνήμης ἠρτῆσθαι δοκοῦντες, οἷός
ἐστιν ὁ τοιοῦτος ῾῾εἴ τίς σοι θεῶν εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος˙ οὑτοσὶ δὲ ὁ θεός
(δείκνυμι δέ γε τὸν Δία καθ' ὑπόθεσιν) εἶπέ σοι ὅτι πλουτήσει οὗτος˙ πλουτήσει ἄρα οὗτος᾽᾽.
ἐνθάδε γὰρ παραδεχόμεθα τὸ συμπέρασμα, τὸ πλουτήσειν τοῦτον, οὐκ ἐκ τῆς τοῦ προταθέντος λόγου
δυνάμεως κατασκευασθέν, ἀλλὰ τῷ πιστεύειν τῇ τοῦ θεοῦ ἀποφάσει.