1.

[8.308] ὧν ἐφοδευτικῶς μὲν μόνον ἐπάγουσιν οἱ ἐκ πίστεως καὶ μνήμης ἠρτῆσθαι δοκοῦντες, οἷός ἐστιν ὁ τοιοῦτος ῾῾εἴ τίς σοι θεῶν εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος˙ οὑτοσὶ δὲ ὁ θεός (δείκνυμι δέ γε τὸν Δία καθ' ὑπόθεσιν) εἶπέ σοι ὅτι πλουτήσει οὗτος˙ πλουτήσει ἄρα οὗτος᾽᾽. ἐνθάδε γὰρ παραδεχόμεθα τὸ συμπέρασμα, τὸ πλουτήσειν τοῦτον, οὐκ ἐκ τῆς τοῦ προταθέντος λόγου δυνάμεως κατασκευασθέν, ἀλλὰ τῷ πιστεύειν τῇ τοῦ θεοῦ ἀποφάσει.