HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,309
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,309.rdf
1.
[8.309] ἐφοδευτικῶς δὲ ἅμα καὶ ἐκκαλυπτικῶς ἐπῆγεν ἡμᾶς ἀπὸ τῶν λημμάτων ἐπὶ τὸ συμπέρασμα,
καθάπερ ὁ ἐπὶ τῶν νοητῶν πόρων συνερωτηθείς. τὸ γὰρ ῾῾εἰ ῥέουσι διὰ τῆς ἐπιφανείας ἱδρῶτες,
εἰσὶ νοητοὶ τῆς σαρκὸς πόροι᾽᾽ καὶ τὸ ῥέειν διὰ τῆς ἐπιφανείας ἱδρῶτας, ἐκ τῆς αὐτῶν φύσεως
κατασκευάσαι ἐδίδασκεν ἡμᾶς τὸ ὅτι εἰσὶ νοητοὶ τῆς σαρκὸς πόροι, κατά τινα τοιαύτην ἔφοδον˙
῾῾διὰ ναστοῦ καὶ ἀποροποιήτου σώματος ἀδύνατόν ἐστιν ὑγρὸν ῥεῖν˙ ῥεῖ δέ γε διὰ τοῦ σώματος
ἱδρώς˙ τοίνυν οὐκ ἂν εἴη ναστὸν τὸ σῶμα ἀλλὰ πεποροποιημένον᾽᾽.