1.

[8.309] ἐφοδευτικῶς δὲ ἅμα καὶ ἐκκαλυπτικῶς ἐπῆγεν ἡμᾶς ἀπὸ τῶν λημμάτων ἐπὶ τὸ συμπέρασμα, καθάπερ ὁ ἐπὶ τῶν νοητῶν πόρων συνερωτηθείς. τὸ γὰρ ῾῾εἰ ῥέουσι διὰ τῆς ἐπιφανείας ἱδρῶτες, εἰσὶ νοητοὶ τῆς σαρκὸς πόροι᾽᾽ καὶ τὸ ῥέειν διὰ τῆς ἐπιφανείας ἱδρῶτας, ἐκ τῆς αὐτῶν φύσεως κατασκευάσαι ἐδίδασκεν ἡμᾶς τὸ ὅτι εἰσὶ νοητοὶ τῆς σαρκὸς πόροι, κατά τινα τοιαύτην ἔφοδον˙ ῾῾διὰ ναστοῦ καὶ ἀποροποιήτου σώματος ἀδύνατόν ἐστιν ὑγρὸν ῥεῖν˙ ῥεῖ δέ γε διὰ τοῦ σώματος ἱδρώς˙ τοίνυν οὐκ ἂν εἴη ναστὸν τὸ σῶμα ἀλλὰ πεποροποιημένον᾽᾽.