HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,311
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,311.rdf
1.
[8.311] (§ 311 Cfr.
PH
II 139) ὁ γοῦν τοιοῦτος λόγος ἡμέρας οὔσης ῾῾εἰ νὺξ ἔστι,
σκότος ἔστιν˙ ἀλλὰ μὴν νὺξ ἔστιν˙ σκότος ἄρα ἔστιν᾽᾽ συνακτικὸς μὲν καθειστήκει (δοθέντων γὰρ
αὐτοῦ τῶν λημμάτων ὑπάρχειν συνάγεται καὶ ἡ ἐπιφορά), οὐκ ἀληθὴς δέ γε ἦν (εἶχε γὰρ ἐν αὑτῷ
λῆμμα ψεῦδος τὸ ῾῾νὺξ ἔστιν᾽᾽)˙ διόπερ οὐδὲ ἀποδεικτικός ἐστιν.