1.

[8.311] (§ 311 Cfr. PH II 139) ὁ γοῦν τοιοῦτος λόγος ἡμέρας οὔσης ῾῾εἰ νὺξ ἔστι, σκότος ἔστιν˙ ἀλλὰ μὴν νὺξ ἔστιν˙ σκότος ἄρα ἔστιν᾽᾽ συνακτικὸς μὲν καθειστήκει (δοθέντων γὰρ αὐτοῦ τῶν λημμάτων ὑπάρχειν συνάγεται καὶ ἡ ἐπιφορά), οὐκ ἀληθὴς δέ γε ἦν (εἶχε γὰρ ἐν αὑτῷ λῆμμα ψεῦδος τὸ ῾῾νὺξ ἔστιν᾽᾽)˙ διόπερ οὐδὲ ἀποδεικτικός ἐστιν.