1.

[8.312] πάλιν ὁ τοιοῦτος ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἡμέρα δ' ἔστιν˙ φῶς ἄρα ἔστιν᾽᾽ πρὸς τῷ συνακτικὸς εἶναι καὶ ἀληθής ἐστιν, ἐπείπερ δοθέντων αὐτοῦ τῶν λημμάτων δίδοται καὶ ἡ ἐπιφορά, καὶ δι' ἀληθῶν ἀληθές τι δείκνυσιν. τοιοῦτος δὲ ὢν πάλιν οὐκ ἔστιν ἀπόδειξις τῷ πρόδηλον ἔχειν τὸ συμπέρασμα τὸ ῾῾φῶς ἔστιν᾽᾽, ἀλλὰ μὴ ἄδηλον.