HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,313
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,313.rdf
1.
[8.313] (§ 313 Cfr.
PH
II 141) κατὰ ταὐτὰ δὲ καὶ ὁ οὕτως ἔχων ῾῾εἴ τίς σοι θεῶν
εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος˙ οὑτοσὶ δὲ ὁ θεὸς εἶπέ σοι ὅτι πλουτήσει οὗτος˙
πλουτήσει ἄρα οὗτος᾽᾽ ἄδηλον μὲν ἔχει συμπέρασμα τὸ πλουτήσειν τοῦτον, οὐκ ἔστι δ' ἀποδεικτικὸς
διὰ τὸ μὴ ἐκ τῆς τῶν λημμάτων δυνάμεως ἐκκαλύπτεσθαι, ἀλλ' ἐκ τῆς τοῦ θεοῦ πίστεως παραδοχῆς
τυγχάνειν.