1.

[8.313] (§ 313 Cfr. PH II 141) κατὰ ταὐτὰ δὲ καὶ ὁ οὕτως ἔχων ῾῾εἴ τίς σοι θεῶν εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος˙ οὑτοσὶ δὲ ὁ θεὸς εἶπέ σοι ὅτι πλουτήσει οὗτος˙ πλουτήσει ἄρα οὗτος᾽᾽ ἄδηλον μὲν ἔχει συμπέρασμα τὸ πλουτήσειν τοῦτον, οὐκ ἔστι δ' ἀποδεικτικὸς διὰ τὸ μὴ ἐκ τῆς τῶν λημμάτων δυνάμεως ἐκκαλύπτεσθαι, ἀλλ' ἐκ τῆς τοῦ θεοῦ πίστεως παραδοχῆς τυγχάνειν.