HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,314
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,314.rdf
1.
[8.314] συνδραμόντων οὖν πάντων τούτων, τοῦ τε συνακτικὸν εἶναι τὸν λόγον καὶ ἀληθῆ καὶ
ἀδήλου παραστατικόν, ὑφίσταται ἡ ἀπόδειξις. ἔνθεν καὶ οὕτως αὐτὴν ὑπογράφουσιν (Cfr.
SVF
fr. II 266
Arn. (ed).
)˙ ‘
ἀπόδειξίς ἐστι λόγος δι' ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν
ἐκκαλύπτων ἄδηλον’, οἷον ὁ τοιοῦτος (Cfr. § 277
et
M
VII 213) ῾῾εἰ ἔστι κίνησις, ἔστι κενόν˙ ἀλλὰ μὴν ἔστι
κίνησις˙ ἔστιν ἄρα κενόν᾽᾽. τὸ γὰρ εἶναι κενὸν ἄδηλόν τ' ἐστί, καὶ δι' ἀληθῶν δοκεῖ, τοῦ τε
῾῾εἰ ἔστι κίνησις, ἔστι κενόν᾽᾽ καὶ τοῦ ῾῾ἔστι δὲ κίνησις᾽᾽, κατὰ συναγωγὴν ἐκκαλύπτεσθαι.